Biblia Todo Logo
Διαδικτυακή Βίβλος
- Διαφημίσεις -




Αποκάλυψη Ιωάννου 14:13 - Byzantine Majority Text 2000

13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης μοι γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι λεγει ναι το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων

Δείτε το κεφάλαιο αντίγραφο


Περισσότερες εκδόσεις

H Αγία Γραφή στη Δημοτική (Filos Pergamos)

13 Kαι άκουσα μία φωνή από τον ουρανό, που έλεγε σε μένα: Γράψε: Mακάριοι οι νεκροί, που από τώρα πεθαίνουν εν Kυρίω. Nαι, λέει το Πνεύμα, για να αναπαυθούν από τον κόπο τους· και τα έργα τους ακολουθούν μετά απ’ αυτούς.

Δείτε το κεφάλαιο αντίγραφο

Νεοελληνική Μετάφραση Λόγου

13 Άκουσα επίσης μια φωνή από τον ουρανό, που έλεγε: «Γράψε: Είναι από τώρα μακάριοι εκείνοι που πεθαίνουν πιστοί στον Κύριο. Nαι! Αυτό βεβαιώνει το Πνεύμα. Γιατί έτσι θα αναπαυτούν από τους κόπους τους. Kαι τα έργα τους ακολουθούν κατόπι τους».

Δείτε το κεφάλαιο αντίγραφο

Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν

13 Καὶ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν νὰ λέγῃ, «Γράψε: Μακάριοι εἶναι εἰς τὸ ἑξῆς οἱ νεκροὶ ποὺ πεθαίνουν ἐν Κυρίῳ. Ναί», λέγει τὸ Πνεῦμα, «διὰ νὰ ἀναπαυθοῦν ἀπὸ τοὺς κόπους των, διότι τὰ ἔργα των τοὺς ἀκολουθοῦν».

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη)

13 Κι άκουσα μια φωνή από τον ουρανό που έλεγε «Γράψε: Μακάριοι οι νεκροί, όσοι στο εξής πεθαίνουν για χάρη του Κυρίου· όπως διαβεβαιώνει το Άγιο Πνεύμα, θ’ αναπαυθούν από τους κόπους τους, και τα έργα τους θα τους ακολουθούν ως συνήγοροί τους».

Δείτε το κεφάλαιο αντίγραφο

Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη)

13 Κι άκουσα μια φωνή από τον ουρανό που έλεγε «Γράψε: Μακάριοι οι νεκροί, όσοι στο εξής πεθαίνουν για χάρη του Κυρίου· όπως διαβεβαιώνει το Άγιο Πνεύμα, θ’ αναπαυθούν από τους κόπους τους, και τα έργα τους θα τους ακολουθούν ως συνήγοροί τους».

Δείτε το κεφάλαιο αντίγραφο

Textus Receptus (Scrivener 1894)

13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης μοι γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απαρτι ναι λεγει το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων

Δείτε το κεφάλαιο αντίγραφο




Αποκάλυψη Ιωάννου 14:13
41 Σταυροειδείς Αναφορές  

και ιδου φωνη εκ των ουρανων λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα


ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβες συ τα αγαθα σου εν τη ζωη σου και λαζαρος ομοιως τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι


καγω υμιν λεγω ποιησατε εαυτοις φιλους εκ του μαμωνα της αδικιας ινα οταν εκλιπητε δεξωνται υμας εις τας αιωνιους σκηνας


εαν τε γαρ ζωμεν τω κυριω ζωμεν εαν τε αποθνησκωμεν τω κυριω αποθνησκομεν εαν τε ουν ζωμεν εαν τε αποθνησκωμεν του κυριου εσμεν


αρα και οι κοιμηθεντες εν χριστω απωλοντο


νυνι δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων εγενετο


ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω


θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον


αλλ ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν


ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω


οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον


του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν


τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν


ωσαυτως και τα καλα εργα προδηλα εστιν και τα αλλως εχοντα κρυβηναι ου δυνανται


λεγουσης ο βλεπεις γραψον εις βιβλιον και πεμψον ταις επτα εκκλησιαις εις εφεσον και εις σμυρναν και εις περγαμον και εις θυατειρα και εις σαρδεις και εις φιλαδελφειαν και εις λαοδικειαν


και οτε ελαλησαν αι επτα βρονται εμελλον γραφειν και ηκουσα φωνην εκ του ουρανου λεγουσαν σφραγισον α ελαλησαν αι επτα βρονται και μη αυτα γραψης


και ο εβδομος αγγελος εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εις τους αιωνας των αιωνων


και ηνοιγη ο ναος του θεου εν τω ουρανω και ωφθη η κιβωτος της διαθηκης του κυριου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και χαλαζα μεγαλη


και ο εβδομος αγγελος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη απο του ναου του ουρανου απο του θρονου λεγουσα γεγονεν


και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι του θεου εισιν


τω αγγελω της εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων


ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν μεσω του παραδεισου του θεου μου


μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου χιλια ετη


και ειπεν ο καθημενος επι τω θρονω ιδου παντα καινα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν


και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν


και εδοθη αυτοις εκαστω στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσωνται ετι χρονον εως ου πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων και οι μελλοντες αποκτενεσθαι ως και αυτοι


Ακολουθησε μας:

Διαφημίσεις


Διαφημίσεις