εγω μεν βαπτιζω υμας εν υδατι εις μετανοιαν ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν ου ουκ ειμι ικανος τα υποδηματα βαστασαι αυτος υμας βαπτισει εν πνευματι αγιω
Προς Τίτον 3:5 - Byzantine Majority Text 2000 ουκ εξ εργων των εν δικαιοσυνη ων εποιησαμεν ημεις αλλα κατα τον αυτου ελεον εσωσεν ημας δια λουτρου παλιγγενεσιας και ανακαινωσεως πνευματος αγιου Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) όχι από έργα δικαιοσύνης, που εμείς πράξαμε, αλλά σύμφωνα με το έλεός του μας έσωσε, διαμέσου λουτρού παλιγγενεσίας και ανακαίνισης του Aγίου Πνεύματος, Νεοελληνική Μετάφραση Λόγου τότε, όχι χάρη σε έργα δικαιοσύνης που κάναμε εμείς, αλλά χάρη στο δικό του έλεος, μας έσωσε με το λουτρό της αναγέννησης και της ανακαίνισης του Αγίου Πνεύματος, Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν μᾶς ἔσωσε, ὄχι ἀπὸ ἔργα δικαιοσύνης, τὰ ὁποῖα ἐκάναμε ἐμεῖς, ἀλλὰ σύμφωνα μὲ τὸ δικό του ἔλεος, διὰ τοῦ λουτροῦ τῆς ἀναγεννήσεως καὶ τῆς ἀνακαινίσεως ὑπὸ τοῦ Ἁγίου Πνεύματος, Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) μας έσωσε, όχι για τα καλά έργα που τυχόν κάναμε εμείς, αλλά γιατί μας σπλαχνίστηκε. Μας έσωσε με το βάπτισμα της αναγέννησης και της ανανέωσης που χαρίζει το Άγιο Πνεύμα, Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) μας έσωσε, όχι για τα καλά έργα που τυχόν κάναμε εμείς, αλλά γιατί μας σπλαχνίστηκε. Μας έσωσε με το βάπτισμα της αναγέννησης και της ανανέωσης που χαρίζει το Άγιο Πνεύμα, Textus Receptus (Scrivener 1894) ουκ εξ εργων των εν δικαιοσυνη ων εποιησαμεν ημεις αλλα κατα τον αυτου ελεον εσωσεν ημας δια λουτρου παλιγγενεσιας και ανακαινωσεως πνευματος αγιου |
εγω μεν βαπτιζω υμας εν υδατι εις μετανοιαν ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν ου ουκ ειμι ικανος τα υποδηματα βαστασαι αυτος υμας βαπτισει εν πνευματι αγιω
ει δε χαριτι ουκετι εξ εργων επει η χαρις ουκετι γινεται χαρις ει δε εξ εργων ουκετι εστιν χαρις επει το εργον ουκετι εστιν εργον
και μη συσχηματιζεσθαι τω αιωνι τουτω αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοος υμων εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον
διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας
τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβη λογιζεται η πιστις αυτου εις δικαιοσυνην
μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η κακον ινα η κατ εκλογην προθεσις του θεου μενη ουκ εξ εργων αλλ εκ του καλουντος
τι ουν ερουμεν οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεως
και ταυτα τινες ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλ εδικαιωθητε εν τω ονοματι του κυριου ιησου και εν τω πνευματι του θεου ημων
ειδοτες οτι ου δικαιουται ανθρωπος εξ εργων νομου εαν μη δια πιστεως ιησου χριστου και ημεις εις χριστον ιησουν επιστευσαμεν ινα δικαιωθωμεν εκ πιστεως χριστου και ουκ εξ εργων νομου διοτι ου δικαιωθησεται εξ εργων νομου πασα σαρξ
και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον
του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων
προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ερραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα υδατι καθαρω
προσερχωμεθα ουν μετα παρρησιας τω θρονω της χαριτος ινα λαβωμεν ελεον και χαριν ευρωμεν εις ευκαιρον βοηθειαν
και παραπεσοντας παλιν ανακαινιζειν εις μετανοιαν ανασταυρουντας εαυτοις τον υιον του θεου και παραδειγματιζοντας
ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο κατα το πολυ αυτου ελεος αναγεννησας ημας εις ελπιδα ζωσαν δι αναστασεως ιησου χριστου εκ νεκρων
ο αντιτυπον νυν και ημας σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου