Προς Κολοσσαείς 3:16 - Byzantine Majority Text 2000 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) O λόγος τού Xριστού ας κατοικεί μέσα σας πλούσια, με κάθε σοφία· διδάσκοντας και νουθετώντας ο ένας τον άλλον, με ψαλμούς και ύμνους και πνευματικές ωδές, ψάλλοντας με χάρη από την καρδιά σας στον Kύριο. Νεοελληνική Μετάφραση Λόγου H διδαχή του Χριστού ας διαμένει πλούσια μέσα σας με όλη τη σοφία της, έτσι που να διδάσκετε και να προτρέπετε μεταξύ σας ο ένας τον άλλο με ψαλμούς και ύμνους και πνευματικά τραγούδια, ψάλλοντας με χάρη μέσα από την καρδιά σας στον Κύριο. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν Ὁ λόγος τοῦ Χριστοῦ νὰ κατοικῇ μέσα σας πλούσια, διδάσκοντες καὶ συμβουλεύοντες ὁ ἕνας τὸν ἄλλον μὲ πᾶσαν σοφίαν, μὲ ψαλμοὺς καὶ ὕμνους καὶ ᾠδὰς πνευματικάς, μὲ καρδιὰ γεμάτη εὐγνωμοσύνην, ψάλλοντες εἰς τὸν Κύριον. Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Ο λόγος του Χριστού, με όλο τον πλούτο του, ας μένει μόνιμα ανάμεσά σας. Κι έτσι, να διδάσκετε και να συμβουλεύετε ο ένας τον άλλο με σοφία. Να ψάλλετε μ’ ευγνωμοσύνη στον Κύριο απ’ την καρδιά σας ψαλμούς, ύμνους και άσματα που εμπνέει το Άγιο Πνεύμα. Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Ο λόγος του Χριστού, με όλο τον πλούτο του, ας μένει μόνιμα ανάμεσά σας. Κι έτσι, να διδάσκετε και να συμβουλεύετε ο ένας τον άλλο με σοφία. Να ψάλλετε μ’ ευγνωμοσύνη στον Κύριο απ’ την καρδιά σας ψαλμούς, ύμνους και άσματα που εμπνέει το Άγιο Πνεύμα. Textus Receptus (Scrivener 1894) ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω |
και κατεβη μετ αυτων και ηλθεν εις ναζαρετ και ην υποτασσομενος αυτοις και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτης
εαν μεινητε εν εμοι και τα ρηματα μου εν υμιν μεινη ο εαν θελητε αιτησεσθε και γενησεται υμιν
πεπεισμαι δε αδελφοι μου και αυτος εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνης πεπληρωμενοι πασης γνωσεως δυναμενοι και αλλους νουθετειν
τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστος υμων ψαλμον εχει διδαχην εχει γλωσσαν εχει αποκαλυψιν εχει ερμηνειαν εχει παντα προς οικοδομην γινεσθω
ινα ο θεος του κυριου ημων ιησου χριστου ο πατηρ της δοξης δωη υμιν πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου
λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες εν τη καρδια υμων τω κυριω
ον ημεις καταγγελλομεν νουθετουντες παντα ανθρωπον και διδασκοντες παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω ιησου
δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσει πνευματικη
ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι
αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και εν τη αχαια αλλα και εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν ημας εχειν λαλειν τι
τοις πλουσιοις εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ εν τω θεω τω ζωντι τω παρεχοντι ημιν παντα πλουσιως εις απολαυσιν
και οτι απο βρεφους τα ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου
ει δε τις υμων λειπεται σοφιας αιτειτω παρα του διδοντος θεου πασιν απλως και ουκ ονειδιζοντος και δοθησεται αυτω
η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικης ευπειθης μεστη ελεους και καρπων αγαθων αδιακριτος και ανυποκριτος
εγραψα υμιν πατερες οτι εγνωκατε τον απ αρχης εγραψα υμιν νεανισκοι οτι ισχυροι εστε και ο λογος του θεου εν υμιν μενει και νενικηκατε τον πονηρον
υμεις ουν ο ηκουσατε απ αρχης εν υμιν μενετω εαν εν υμιν μεινη ο απ αρχης ηκουσατε και υμεις εν τω υιω και εν τω πατρι μενειτε
και υμεις το χρισμα ο ελαβετε απ αυτου εν υμιν μενει και ου χρειαν εχετε ινα τις διδασκη υμας αλλ ως το αυτο χρισμα διδασκει υμας περι παντων και αληθες εστιν και ουκ εστιν ψευδος και καθως εδιδαξεν υμας μενειτε εν αυτω
και αδουσιν ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι ρμδ χιλιαδες οι ηγορασμενοι απο της γης
και αδουσιν την ωδην μωυσεως του δουλου του θεου και την ωδην του αρνιου λεγοντες μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεος ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευς των εθνων
και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια του ιησου εστιν το πνευμα της προφητειας
και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους