τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος αυτου επι της θεραπειας αυτου του διδοναι αυτοις την τροφην εν καιρω
Προς Εβραίους 3:5 - Byzantine Majority Text 2000 και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) Kαι ο μεν Mωυσής υπήρξε πιστός σε ολόκληρο τον οίκο του, ως υπηρέτης, προς μαρτυρίαν εκείνων που επρόκειτο να λεχθούν· Νεοελληνική Μετάφραση Λόγου Kι ο Μωυσής, βέβαια, υπήρξε πιστός σε ολόκληρο τον οίκο του Θεού ως υπηρέτης του, για να μαρτυρήσει εκείνα που θα έλεγε ο Θεός. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν Καὶ ὁ μὲν Μωϋσῆς ἦτο πιστὸς εἰς ὅλον τὸν οἶκον τοῦ Θεοῦ σὰν δοῦλος, διὰ νὰ δώσῃ μαρτυρίαν δι᾽ ὅσα θὰ ἐλαλοῦντο, Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Ο Μωυσής βέβαια ήταν πιστός σ’ ολόκληρο το σπίτι που του εμπιστεύτηκε ο Θεός, όπως ένας υπηρέτης, και μαρτύρησε γι’ αυτά που θα φανέρωνε μελλοντικά ο Θεός. Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Ο Μωυσής βέβαια ήταν πιστός σ’ ολόκληρο το σπίτι που του εμπιστεύτηκε ο Θεός, όπως ένας υπηρέτης, και μαρτύρησε γι’ αυτά που θα φανέρωνε μελλοντικά ο Θεός. Textus Receptus (Scrivener 1894) και μωσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων |
τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος αυτου επι της θεραπειας αυτου του διδοναι αυτοις την τροφην εν καιρω
εφη δε αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου
ειπεν δε ο κυριος τις αρα εστιν ο πιστος οικονομος και φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω το σιτομετριον
και αρξαμενος απο μωσεως και απο παντων των προφητων διηρμηνευεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου
ειπεν δε αυτοις ουτοι οι λογοι ους ελαλησα προς υμας ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεως και προφηταις και ψαλμοις περι εμου
ερευνατε τας γραφας οτι υμεις δοκειτε εν αυταις ζωην αιωνιον εχειν και εκειναι εισιν αι μαρτυρουσαι περι εμου
ταξαμενοι δε αυτω ημεραν ηκον προς αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους τα περι του ιησου απο τε του νομου μωσεως και των προφητων απο πρωι εως εσπερας
ουτος εστιν ο μωσης ο ειπων τοις υιοις ισραηλ προφητην υμιν αναστησει κυριος ο θεος ημων εκ των αδελφων υμων ως εμε
νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων
και χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν
πολυμερως και πολυτροπως παλαι ο θεος λαλησας τοις πατρασιν εν τοις προφηταις επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω
οιτινες υποδειγματι και σκια λατρευουσιν των επουρανιων καθως κεχρηματισται μωυσης μελλων επιτελειν την σκηνην ορα γαρ φησιν ποιησεις παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει
ου γαρ εις χειροποιητα αγια εισηλθεν ο χριστος αντιτυπα των αληθινων αλλ εις αυτον τον ουρανον νυν εμφανισθηναι τω προσωπω του θεου υπερ ημων
και αδουσιν την ωδην μωυσεως του δουλου του θεου και την ωδην του αρνιου λεγοντες μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεος ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευς των εθνων