αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου οτι πραος ειμι και ταπεινος τη καρδια και ευρησετε αναπαυσιν ταις ψυχαις υμων
Προς Γαλάτας 6:1 - Byzantine Majority Text 2000 αδελφοι εαν και προληφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητος σκοπων σεαυτον μη και συ πειρασθης Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) AΔEΛΦOI, και αν ένας άνθρωπος πέσει, απερίσκεπτα, σε κάποιο παράπτωμα, εσείς οι πνευματικοί να διορθώνετε αυτού τού είδους τον άνθρωπο, με πνεύμα πραότητας· προσέχοντας στον εαυτό σου, μήπως και εσύ πειραστείς. Νεοελληνική Μετάφραση Λόγου Αδελφοί, κι αν ακόμα δείτε πως κάποιος έπεσε σε κάποιο παράπτωμα, εσείς που ζείτε σύμφωνα με το Πνεύμα να διορθώνετε έναν τέτοιο άνθρωπο με πράο πνεύμα. Mόνο να προσέχεις τον εαυτό σου, εσύ που το κάνεις αυτό, μην κυριευτείς κι εσύ από τον πειρασμό. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν Ἀδελφοί, ἐὰν παρασυρθῇ κανεὶς σὲ κάποιο ἁμάρτημα, σεῖς οἱ πνευματικοὶ πρέπει νὰ τὸν διορθώνετε μὲ πνεῦμα πραότητος καὶ νὰ προσέχῃς τὸν ἑαυτόν σου μήπως πέσῃς καὶ σὺ σὲ πειρασμόν. Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Αν κάποιος, αδερφοί μου, βρεθεί να κάνει κάποιο παράπτωμα, εσείς που έχετε το Πνεύμα του Θεού να τον διορθώνετε με πραότητα. Προσέχετε μόνο να μην παρασυρθείτε κι εσείς από τον πειρασμό. Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Αν κάποιος, αδερφοί μου, βρεθεί να κάνει κάποιο παράπτωμα, εσείς που έχετε το Πνεύμα του Θεού να τον διορθώνετε με πραότητα. Προσέχετε μόνο να μην παρασυρθείτε κι εσείς από τον πειρασμό. Textus Receptus (Scrivener 1894) αδελφοι εαν και προληφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητος σκοπων σεαυτον μη και συ πειρασθης |
αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου οτι πραος ειμι και ταπεινος τη καρδια και ευρησετε αναπαυσιν ταις ψυχαις υμων
ο δε πετρος εξω εκαθητο εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλιλαιου
και εμνησθη ο πετρος του ρηματος του ιησου ειρηκοτος αυτω οτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με και εξελθων εξω εκλαυσεν πικρως
πορευθεντες δε μαθετε τι εστιν ελεον θελω και ου θυσιαν ου γαρ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν
οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν
ει τις δοκει προφητης ειναι η πνευματικος επιγινωσκετω α γραφω υμιν οτι κυριου εισιν εντολαι
και εγω αδελφοι ουκ ηδυνηθην υμιν λαλησαι ως πνευματικοις αλλ ως σαρκικοις ως νηπιοις εν χριστω
μη αποστερειτε αλληλους ει μη τι αν εκ συμφωνου προς καιρον ινα σχολαζητε τη νηστεια και τη προσευχη και παλιν επι το αυτο συνερχησθε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν υμων
αυτος δε εγω παυλος παρακαλω υμας δια της πραοτητος και επιεικειας του χριστου ος κατα προσωπον μεν ταπεινος εν υμιν απων δε θαρρω εις υμας
ωστε τουναντιον μαλλον υμας χαρισασθαι και παρακαλεσαι μηπως τη περισσοτερα λυπη καταποθη ο τοιουτος
το λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον
εν πραοτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δω αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας
μιμνησκεσθε των δεσμιων ως συνδεδεμενοι των κακουχουμενων ως και αυτοι οντες εν σωματι
τις σοφος και επιστημων εν υμιν δειξατω εκ της καλης αναστροφης τα εργα αυτου εν πραυτητι σοφιας
πολλα γαρ πταιομεν απαντες ει τις εν λογω ου πταιει ουτος τελειος ανηρ δυνατος χαλιναγωγησαι και ολον το σωμα
κυριον δε τον θεον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι δε αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος μετα πραυτητος και φοβου
εαν τις ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προς θανατον αιτησει και δωσει αυτω ζωην τοις αμαρτανουσιν μη προς θανατον εστιν αμαρτια προς θανατον ου περι εκεινης λεγω ινα ερωτηση