τεξεται δε υιον και καλεσεις το ονομα αυτου ιησουν αυτος γαρ σωσει τον λαον αυτου απο των αμαρτιων αυτων
Β' Προς Τιμόθεον 1:9 - Byzantine Majority Text 2000 του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων Περισσότερες εκδόσειςH Αγία Γραφή στη Δημοτική (Filos Pergamos) ο οποίος μάς έσωσε, και μας κάλεσε με άγια κλήση, όχι σύμφωνα με τα έργα μας, αλλά σύμφωνα με τη δική του πρόθεση και χάρη, που δόθηκε σε μας εν Xριστώ Iησού προαιώνια, Νεοελληνική Μετάφραση Λόγου ο οποίος μας έσωσε και μας κάλεσε σε αγιότητα, όχι με βάση τα έργα μας, αλλά από δική του προαιώνια πρόθεση και χάρη, η οποία μας χορηγήθηκε μέσω του Ιησού Χριστού. Η Καινή Διαθήκη του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού κατά νεοελληνικήν απόδοσιν ὁ ὁποῖος μᾶς ἔσωσε καὶ μᾶς ἐκάλεσε μὲ κλῆσιν ἁγίαν, ὄχι ἐπὶ τῇ βάσει τῶν ἔργων μας, ἀλλὰ κατὰ τὴν δικήν του πρόθεσιν καὶ χάριν, ἡ ὁποία ἐδόθηκε σ᾽ ἐμᾶς πρὶν ἀπὸ ὅλους τοὺς αἰῶνας ἐν Χριστῷ Ἰησοῦ, Η Αγία Γραφή (Παλαιά και Καινή Διαθήκη) Εκείνος μας έσωσε και μας κάλεσε να γίνουμε λαός του, όχι εξαιτίας των έργων μας, αλλά γιατί ο ίδιος το θέλησε και μας έδωσε τη χάρη του δια του Ιησού Χριστού. Αυτή η χάρη είχε δοθεί προαιώνια, Η Αγία Γραφή με τα Δευτεροκανονικά (Παλαιά και Καινή Διαθήκη) Εκείνος μας έσωσε και μας κάλεσε να γίνουμε λαός του, όχι εξαιτίας των έργων μας, αλλά γιατί ο ίδιος το θέλησε και μας έδωσε τη χάρη του δια του Ιησού Χριστού. Αυτή η χάρη είχε δοθεί προαιώνια, Textus Receptus (Scrivener 1894) του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων |
τεξεται δε υιον και καλεσεις το ονομα αυτου ιησουν αυτος γαρ σωσει τον λαον αυτου απο των αμαρτιων αυτων
εν αυτη τη ωρα ηγαλλιασατο τω πνευματι ο ιησους και ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι απεκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις ναι ο πατηρ οτι ουτως εγενετο ευδοκια εμπροσθεν σου
πατερ ους δεδωκας μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην εδωκας μοι οτι ηγαπησας με προ καταβολης κοσμου
εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι οτι σοι εισιν
παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς με ου μη εκβαλω εξω
αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν τη εκκλησια
(14:24) τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου
διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας
μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η κακον ινα η κατ εκλογην προθεσις του θεου μενη ουκ εξ εργων αλλ εκ του καλουντος
ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν
εν αυτω εν ω και εκληρωθημεν προορισθεντες κατα προθεσιν του τα παντα ενεργουντος κατα την βουλην του θεληματος αυτου
γνωρισας ημιν το μυστηριον του θεληματος αυτου κατα την ευδοκιαν αυτου ην προεθετο εν αυτω
και οντας ημας νεκρους τοις παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι
παυλος αποστολος ιησου χριστου κατ επιταγην θεου σωτηρος ημων και κυριου ιησου χριστου της ελπιδος ημων
παυλος αποστολος ιησου χριστου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου
οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν χριστον
προεγνωσμενου μεν προ καταβολης κοσμου φανερωθεντος δε επ εσχατων των χρονων δι υμας
υμεις δε γενος εκλεκτον βασιλειον ιερατευμα εθνος αγιον λαος εις περιποιησιν οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως
και προσκυνησουσιν αυτω παντες οι κατοικουντες επι της γης ων ου γεγραπται το ονομα εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου
το θηριον ο ειδες ην και ουκ εστιν και μελλει αναβαινειν εκ της αβυσσου και εις απωλειαν υπαγειν και θαυμασονται οι κατοικουντες επι της γης ων ου γεγραπται τα ονοματα επι το βιβλιον της ζωης απο καταβολης κοσμου βλεποντων οτι ην το θηριον και ουκ εστιν και παρεσται